Helpenor, cum caput suum fregisset de tectu lapsus, cum Odysseo in Tartaro loquitur

Archivio blog

giovedì 2 giugno 2011

Quae facienda sunt meis discipulis secundi anni Lycaei; Graeca Pensa

1) Dialogi Mortuorum

Διογένης καὶ Πολυδεύκης

Διογένης: Ὦ Πολύδευκες, ἐντέλλομαί σοι, ἐπειδὰν τάχιστα ἀνέλθῃς, — σὸν γάρ ἐστιν, οἶμαι, ἀναβιῶναι αὔριον — ἤν που ἴδῃς Μένιππον τὸν κύνα, — εὕροις δ̓ ἂν αὐτὸν ἐν Κορίνθῳ κατὰ τὸ Κράνειον ἢ ἐν Λυκείῳ τῶν ἐριζόντων πρὸς ἀλλήλους φιλοσόφων καταγελῶντα — εἰπεῖν πρὸς αὐτόν, ὅτι σοί, ὦ Μένιππε, κελεύει ὁ Διογένης, εἴ σοι ἱκανῶς τὰ ὑπὲρ γῆς καταγεγέλασται, ἥκειν ἐνθάδε πολλῷ πλείω ἐπιγελασόμενον: ἐκεῖ μὲν γὰρ ἐν ἀμφιβόλῳ σοὶ ἔτι ὁ γέλως ἦν καὶ πολὺ τὸ ‘τίς γὰρ ὅλως οἶδε τὰ μετὰ τὸν βίον;’ ἐνταῦθα δὲ οὐ παύσῃ βεβαίως γελῶν καθάπερ ἐγὼ νῦν, καὶ μάλιστα ἐπειδὰν ὁρᾷς τοὺς πλουσίους καὶ σατράπας καὶ τυράννους οὕτω ταπεινοὺς καὶ ἀσήμους, ἐκ μόνης οἰμωγῆς διαγινωσκομένους, καὶ ὅτι μαλθακοὶ καὶ ἀγεννεῖς εἰσι μεμνημένοι τῶν ἄνω. ταῦτα λέγε αὐτῷ, καὶ προσέτι, ἐμπλησάμενον τὴν πήραν ἥκειν θέρμων τε πολλῶν καὶ εἴ που εὕροι ἐν τῇ τριόδῳ Ἑκάτης δεῖπνον κείμενον ἢ ᾠὸν ἐκ καθαρσίου ἤ τι τοιοῦτον.
Πολυδεύκης: Ἀλλ̓ ἀπαγγελῶ ταῦτα, ὦ Διόγενες. ὅπως δὲ εἰδῶ μάλιστα, ὁποῖός τίς ἐστι τὴν ὄψιν.
Διογένης: Γέρων, φαλακρός, τριβώνιον ἔχων πολύθυρον, ἅπαντι ἀνέμῳ ἀναπεπταμένον καὶ ταῖς ἐπιπτυχαῖς τῶν ῥακίων ποικίλον, γελᾷ δ̓ ἀεὶ καὶ τὰ πολλὰ τοὺς ἀλαζόνας τούτους φιλοσόφους ἐπισκώπτει.
Πολυδεύκης: Ῥᾴδιον εὑρεῖν ἀπό γε τούτων.
Διογένης: Βούλει καὶ πρὸς αὐτοὺς ἐκείνους ἐντείλωμαί τι τοὺς φιλοσόφους;
Πολυδεύκης: Λέγε: οὐ βαρὺ γὰρ οὐδὲ τοῦτο.
Διογένης: Τὸ μὲν ὅλον παύσασθαι αὐτοῖς παρεγγύα ληροῦσι καὶ περὶ τῶν ὅλων ἐρίζουσι καὶ κέρατα φύουσιν ἀλλήλοις καὶ κροκοδείλους ποιοῦσι καὶ τὰ τοιαῦτα ἄπορα ἐρωτᾶν διδάσκουσι τὸν νοῦν.
Πολυδεύκης: Ἀλλ̓ ἐμὲ ἀμαθῆ καὶ ἀπαίδευτον εἶναι φάσκουσι κατηγοροῦντα τῆς σοφίας αὐτῶν.
Διογένης: Σὺ δὲ οἰμώζειν αὐτοῖς παῤ ἐμοῦ λέγε.
Πολυδεύκης: Καὶ ταῦτα, ὦ Διόγενες, ἀπαγγελῶ.
Διογένης: Τοῖς πλουσίοις δ̓, ὦ φίλτατον Πολυδεύκιον, ἀπάγγελλε ταῦτα παῤ ἡμῶν: τί, ὦ μάταιοι, τὸν χρυσὸν φυλάττετε; τί δὲ τιμωρεῖσθε ἑαυτοὺς λογιζόμενοι τοὺς τόκους καὶ τάλαντα ἐπὶ ταλάντοις συντιθέντες, οὓς χρὴ ἕνα ὀβολὸν ἔχοντας ἥκειν μετ̓ ὀλίγον;
Πολυδεύκης: Εἰρήσεται καὶ ταῦτα πρὸς ἐκείνους.
Διογένης: Ἀλλὰ καὶ τοῖς καλοῖς τε καὶ ἰσχυροῖς λέγε, Μεγίλλῳ τε τῷ Κορινθίῳ καὶ Δαμοξένῳ τῷ παλαιστῇ, ὅτι παῤ ἡμῖν οὔτε ἡ ξανθὴ κόμη οὔτε τὰ χαροπὰ ἢ μέλανα ὄμματα ἢ ἐρύθημα ἐπὶ τοῦ προσώπου ἔτι ἔστιν ἢ νεῦρα εὔτονα ἢ ὦμοι καρτεροί, ἀλλὰ πάντα μία ἡμῖν κόνις, φασί, κρανία γυμνὰ τοῦ κάλλους.
Πολυδεύκης: Οὐ χαλεπὸν οὐδὲ ταῦτα εἰπεῖν πρὸς τοὺς καλοὺς καὶ ἰσχυρούς.
Διογένης: Καὶ τοῖς πένησιν, ὦ Λάκων, — πολλοὶ δ̓ εἰσὶ καὶ ἀχθόμενοι τῷ πράγματι καὶ οἰκτείροντες τὴν ἀπορίαν — λέγε μήτε δακρύειν μήτε οἰμώζειν διηγησάμενος τὴν ἐνταῦθα ἰσοτιμίαν, καὶ ὅτι ὄψονται τοὺς ἐκεῖ πλουσίους οὐδὲν ἀμείνους αὐτῶν: καὶ Λακεδαιμονίοις δὲ τοῖς σοῖς ταῦτα, εἰ δοκεῖ, παῤ ἐμοῦ ἐπιτίμησον λέγων ἐκλελύσθαι αὐτούς.
Πολυδεύκης: Μηδέν, ὦ Διόγενες, περὶ Λακεδαιμονίων λέγε: οὐ γὰρ ἀνέξομαί γε. ἃ δὲ πρὸς τοὺς ἄλλους ἔφησθα, ἀπαγγελῶ.
Διογένης: Ἐάσωμεν τούτους, ἐπεί σοι δοκεῖ: σὺ δὲ οἷς προεῖπον ἀπένεγκον παῤ ἐμοῦ τοὺς λόγους.


Πλούτων κατὰ Μενίππου

Κροῖσος: Οὐ φέρομεν, ὦ Πλούτων, Μένιππον τουτονὶ τὸν κύνα παροικοῦντα: ὥστε ἢ ἐκεῖνόν ποι κατάστησον ἢ ἡμεῖς μετοικήσομεν ἐς ἕτερον τόπον.
Πλούτων: Τί δ̓ ὑμᾶς δεινὸν ἐργάζεται ὁμόνεκρος ὤν;
Κροῖσος: Ἐπειδὰν ἡμεῖς οἰμώζωμεν καὶ στένωμεν ἐκείνων μεμνημένοι τῶν ἄνω, Μίδας μὲν οὑτοσὶ τοῦ χρυσίου, Σαρδανάπαλλος δὲ τῆς πολλῆς τρυφῆς, ἐγὼ δὲ Κροῖσος τῶν θησαυρῶν, ἐπιγελᾷ καὶ ἐξονειδίζει ἀνδράποδα καὶ καθάρματα ἡμᾶς ἀποκαλῶν, ἐνίοτε δὲ καὶ ᾄδων ἐπιταράττει ἡμῶν τὰς οἰμωγάς, καὶ ὅλως λυπηρός ἐστι.
Πλούτων: Τί ταῦτά φασιν, ὦ Μένιππε;
Μενίππου: Ἀληθῆ, ὦ Πλούτων: μισῶ γὰρ αὐτοὺς ἀγεννεῖς καὶ ὀλεθρίους ὄντας, οἷς οὐκ ἀπέχρησε βιῶναι κακῶς, ἀλλὰ καὶ ἀποθανόντες. ἔτι μέμνηνται καὶ περιέχονται τῶν ἄνω: χαίρω τοιγαροῦν ἀνιῶν αὐτούς.
Πλούτων: Ἀλλ̓ οὐ χρή: λυποῦνται γὰρ οὐ μικρῶν στερόμενοι.
Μενίππου: Καὶ σὺ μωραίνεις, ὦ Πλούτων, ὁμόψηφος ὢν τοῖς τούτων στεναγμοῖς;
Πλούτων: Οὐδαμῶς, ἀλλ̓ οὐκ ἂν ἐθέλοιμι στασιάζειν ὑμᾶς.
Μενίππου: Καὶ μήν, ὦ κάκιστοι Λυδῶν καὶ Φρυγῶν καὶ Ἀσσυρίων, οὕτω γινώσκετε ὡς οὐδὲ παυσομένου μου: ἔνθα γὰρ ἂν ἴητε, ἀκολουθήσω ἀνιῶν καὶ κατᾴδων καὶ καταγελῶν.
Κροῖσος: Ταῦτα οὐχ ὕβρις;
Μενίππου: Οὔκ, ἀλλ̓ ἐκεῖνα ὕβρις ἦν, ἃ ὑμεῖς ἐποιεῖτε, προσκυνεῖσθαι ἀξιοῦντες καὶ ἐλευθέροις ἀνδράσιν ἐντρυφῶντες καὶ τοῦ θανάτου τὸ παράπαν οὐ μνημονεύοντες: τοιγαροῦν οἰμώξεσθε πάντων ἐκείνων ἀφῃρημένοι.
Κροῖσος: Πολλῶν γε, ὦ θεοί, καὶ μεγάλων κτημάτων.
Μίδας: Ὅσου μὲν ἐγὼ χρυσοῦ.
Σαρδανάπαλλος: Ὅσης δὲ ἐγὼ τρυφῆς.
Μενίππου: Εὖ γε, οὕτω ποιεῖτε: ὀδύρεσθε μὲν ὑμεῖς, ἐγὼ δὲ τὸ γνῶθι σαυτὸν πολλάκις συνείρων ἐπᾴσομαι ὑμῖν: πρέποι γὰρ ἂν ταῖς τοιαύταις οἰμωγαῖς ἐπᾳδόμενον.


2) Dialogi Deorum

Προμηθεύς, Ζευς.

Προμηθεύς: Λῦσόν με, ὦ Ζεῦ: δεινὰ γὰρ ἤδη πέπονθα.
Ζευς: Λύσω σε, φής, ὃν ἐχρῆν βαρυτέρας πέδας ἔχοντα καὶ τὸν Καύκασον ὅλον ὑπὲρ κεφαλῆς ἐπικείμενον ὑπὸ ἑκκαίδεκα γυπῶν μὴ μόνον κείρεσθαι τὸ ἧπαρ, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι, ἀνθ̓ ὧν τοιαῦθ̓ ἡμῖν ζῷα τοὺς ἀνθρώπους ἔπλασας καὶ τὸ πῦρ ἔκλεψας καὶ γυναῖκας ἐδημιούργησας; ἃ μὲν γὰρ ἐμὲ ἐξηπάτησας ἐν τῇ νομῇ τῶν κρεῶν ὀστᾶ πιμελῇ κεκαλυμμένα παραθεὶς καὶ τὴν ἀμείνω τῶν μοιρῶν σεαυτῷ φυλάττων, τί χρὴ λέγειν;
Προμηθεύς: Οὔκουν ἱκανὴν ἤδη τὴν δίκην ἐκτέτικα τοσοῦτον χρόνον τῷ Καυκάσῳ προσηλωμένος τὸν κάκιστα ὀρνέων ἀπολούμενον αἰετὸν τρέφων τῷ ἥπατι;
Ζευς: Οὐδὲ πολλοστημόριον τοῦτο ὧν σε δεῖ παθεῖν.
Προμηθεύς: Καὶ μὴν οὐκ ἀμισθί με λύσεις, ἀλλά σοι μηνύσω τι, ὦ Ζεῦ, πάνυ ἀναγκαῖον.
Ζευς: Κατασοφίζῃ με, ὦ Προμηθεῦ.
Προμηθεύς: Καὶ τί πλέον ἕξω; οὐ γὰρ ἀγνοήσεις αὖθις ἔνθα ὁ Καύκασός ἐστιν, οὐδὲ ἀπορήσεις δεσμῶν, ἤν τι τεχνάζων ἁλίσκωμαι.
Ζευς: Εἰπὲ πρότερον, ὅντινα μισθὸν ἀποτίσεις αναγκαῖον ἡμῖν ὄντα.
Προμηθεύς: Ἢν εἴπω ἐφ̓ ὅ τι βαδίζεις νῦν, ἀξιόπιστος ἔσομαί σοι καὶ περὶ τῶν ὑπολοίπων μαντευόμενος; [p. 73]
Ζευς: Πῶς γὰρ οὔ;
Προμηθεύς: Παρὰ τὴν Θέτιν, συνεσόμενος αὐτῇ.
Ζευς: Τουτὶ μὲν ἔγνως: τί δ̓ οὖν τὸ ἐπὶ τούτῳ; δοκεῖς γὰρ ἀληθές τι ἐρεῖν.
Προμηθεύς: Μηδέν, ὦ Ζεῦ, κοινωνήσῃς τῇ Νηρηΐδι: ἢν γὰρ αὕτη κυοφορήσῃ ἐκ σοῦ, τὸ τεχθὲν ἴσα ἐργάσεταί σε οἷα καὶ σὺ ἔδρασας —
Ζευς: Τοῦτο φής, ἐκπεσεῖσθαί με τῆς ἀρχῆς;
Προμηθεύς: Μὴ γένοιτο, ὦ Ζεῦ. πλὴν τοιοῦτό γε ἡ μῖξις αὐτῆς ἀπειλεῖ.
Ζευς: Χαιρέτω τοιγαροῦν ἡ Θέτις: σὲ δὲ ὁ Ἥφαιστος ἐπὶ τούτοις λυσάτω.

Ἑρμῆς, Ἀπόλλων.

Ἑρμῆς: Τί σκυθρωπός, ὦ Ἄπολλον;
Ἀπόλλων: Ὅτι, ὦ Ἑρμῆ, δυστυχῶ ἐν τοῖς ἐρωτικοῖς.
Ἑρμῆς: Ἄξιον μὲν λύπης τὸ τοιοῦτο: σὺ δὲ τί δυστυχεῖς; ἢ τὸ κατὰ τὴν Δάφνην σε λυπεῖ ἔτι;
Ἀπόλλων: Οὐδαμῶς: ἀλλὰ ἐρώμενον πενθῶ τὸν Λάκωνα τὸν Οἰβάλου.
Ἑρμῆς: Τέθνηκε γάρ, εἰπέ μοι, ὁ Ὑάκινθος;
Ἀπόλλων: Καὶ μάλα.
Ἑρμῆς: Πρὸς τίνος, ὦ Ἄπολλον; ἢ τίς οὕτως ἀνέραστος ἦν ὡς ἀποκτεῖναι τὸ καλὸν ἐκεῖνο μειράκιον;
Ἀπόλλων: Αὐτοῦ ἐμοῦ τὸ ἔργον.
Ἑρμῆς: Οὐκοῦν ἐμάνης, ὦ Ἄπολλον;
Ἀπόλλων: Οὔκ, ἀλλὰ δυστύχημά τι ἀκούσιον ἐγένετο.
Ἑρμῆς: Πῶς; ἐθέλω γὰρ ἀκοῦσαι τὸν τρόπον.
Ἀπόλλων: Δισκεύειν ἐμάνθανε κἀγὼ συνεδίσκευον αὐτῷ, ὁ δὲ κάκιστα ἀνέμων ἀπολούμενος ὁ Ζέφυρος ἤρα [p. 93] μὲν ἐκ πολλοῦ καὶ αὐτός, ἀμελούμενος δὲ καὶ μὴ φέρων τὴν ὑπεροψίαν, ἐγὼ μὲν ἀνέρριψα, ὥσπερ εἰώθειμεν, τὸν δίσκον ἐς τὸ ἄνω, ὁ δὲ ἀπὸ τοῦ Ταϋγέτου καταπνεύσας ἐπὶ κεφαλὴν τῷ παιδὶ ἐνέσεισε φέρων αὐτόν, ὥστε ἀπὸ τῆς πληγῆς αἷμά τε ῥυῆναι πολὺ καὶ τὸν παῖδα εὐθέως ἀποθανεῖν. ἀλλὰ ἐγὼ τὸν μὲν Ζέφυρον αὐτίκα ἠμυνάμην κατατοξεύσας, φεύγοντι ἐπισπόμενος ἄχρι τοῦ ὄρους, τῷ παιδὶ δὲ καὶ τὸν τάφον μὲν ἐχωσάμην ἐν Ἀμύκλαις, ὅπου ὁ δίσκος αὐτὸν κατέβαλε, καὶ ἀπὸ τοῦ αἵματος ἄνθος ἀναδοῦναι τὴν γῆν ἐποίησα ἥδιστον, ὦ Ἑρμῆ, καὶ εὐανθέστατον ἀνθέων ἁπάντων, ἔτι καὶ γράμματα ἔχον ἐπαιάζοντα τῷ νεκρῷ. ἆρά σοι ἀλόγως λελυπῆσθαι δοκῶ;
Ἑρμῆς: Ναί, ὦ Ἄπολλον: ᾔδεις γὰρ θνητὸν πεποιημένος τὸν ἐρώμενον: ὥστε μὴ ἄχθου ἀποθανόντος.

3) Dialogi Meretricii

Ἀμπελὶς καὶ Χρυσίς.

Ἀμπελίς: ὅστις δέ, ὦ Χρυσί, μήτε ζηλοτυπεῖ μήτε ὀργίζεται μήτε ἐρράπισέ ποτε ἢ περιέκειρεν ἢ τὰ ἱμάτια περιέσχισεν, ἔτι ἐραστὴς ἐκεῖνός ἐστιν;
Χρυσίς: οὐκοῦν ταῦτα μόνα ἐρῶντος, ὦ Ἀμπελί, δείγματα;
Ἀμπελίς: ναί, τοῦτ̓ ἀνδρὸς θερμοῦ: ἐπεὶ τἆλλα, φιλήματα καὶ δάκρυα καὶ ὅρκοι καὶ τὸ πολλάκις ἥκειν ἀρχομένου ἔρωτος σημεῖον καὶ φυομένου ἔτι: τὸ δὲ πῦρ ὅλον ἐκ τῆς ζηλοτυπίας ἐστίν. ὥστε εἰ καὶ σέ, ὡς φής, ὁ Γοργίας ῥαπίζει καὶ ζηλοτυπεῖ, χρηστὰ ἔλπιζε καὶ εὔχου ἀεὶ τὰ αὐτὰ ποιεῖν.
Χρυσίς: τὰ αὐτά; τί λέγεις; ἀεὶ ῥαπίζειν με;
Ἀμπελίς: οὐχί, ἀλλ̓ ἀνιᾶσθαι, εἰ μὴ πρὸς μόνον αὐτὸν [p. 251] βλέποις. ἐπεὶ εἰ μὴ ἐρᾷ γε, τί ἂν ἔτι ὀργίζοιτο, εἰ σύ τινα ἕτερον ἐραστὴν ἔχεις;
Χρυσίς: ἀλλ̓ οὐδὲ ἔχω ἔγωγε: ὁ δὲ μάτην ὑπέλαβε τὸν πλούσιόν μου ἐρᾶν, διότι ἄλλως ἐμνημόνευσά ποτε αὐτοῦ.
Ἀμπελίς: καὶ τοῦτο ἡδὺ τὸ ὑπὸ πλουσίων οἴεσθαι σπουδάζεσθαί σε: οὕτω γὰρ ἀνιάσεται μᾶλλον καὶ φιλοτιμήσεται, ὡς μὴ ὑπερβάλοιντο αὐτὸν οἱ ἀντερασταί.
Χρυσίς: καὶ μὴν οὗτός γε μόνον ὀργίζεται καὶ ῥαπίζει, δίδωσι δὲ οὐδέν.
Ἀμπελίς: ἀλλὰ δώσει: ζηλότυποι γὰρ καὶ μάλιστα λυπηθήσονται.
Χρυσίς: οὐκ οἶδ̓ ὅπως ῥαπίσματα λαμβάνειν βούλει με, ὦ Ἀμπελίδιον. [p. 300]
Ἀμπελίς: οὔκ, ἀλλ̓. ὡς οἶμαι, μεγάλοι ἔρωτες γίγνονται, εἰ πύθοιτο ἀμελεῖσθαι, εἰ δὲ πιστεύσει μόνος ἔχειν, ἀπομαραίνεταί πως ἡ ἐπιθυμία. ταῦτα λέγω πρὸς σὲ εἴκοσιν ὅλοις ἔτεσιν ἑταιρήσασα, σὺ δὲ ὀκτωκαιδεκαέτις, οἶμαι, ἢ ἔλαττον οὖσα τυγχάνεις. εἰ βούλει δέ, καὶ διηγήσομαι ἃ ἔπαθόν ποτε οὐ πάνυ πρὸ πολλῶν ἐτῶν: ἤρα μου Δημόφαντος ὁ δανειστὴς ὁ κατόπιν οἰκῶν τῆς Ποικίλης. οὗτος οὐδεπώποτε πλέον τι πέντε δραχμῶν δέδωκε καὶ ἠξίου δεσπότης εἶναι. ἤρα δέ, ὦ Χρυσί, ἐπιπόλαιόν τινα ἔρωτα οὔτε ὑποστένων οὔτε δακρύων οὔτε ἀωρὶ παραγιγνόμενος ἐπὶ τὰς θύρας, ἀλλ̓ αὐτὸ μόνον συνεκάθευδέ μοι ἐνίοτε, καὶ τοῦτο διὰ μακροῦ. [3] ἐπειδὴ δὲ ἐλθόντα ποτὲ ἀπέκλεισα — Καλλίδης γὰρ ὁ γραφεὺς ἔνδον ἦν δέκα δραχμὰς πεπομφώς — τὸ μὲν πρῶτον ἀπῆλθέ μοι λοιδορησάμενος: ἐπεὶ δὲ πολλαὶ μὲν διῆλθον ἡμέραι, ἐγὼ δὲ οὐ προσέπεμπον, ὁ Καλλίδης δὲ ἔνδον ἦν αὖθις, ὑποθερμαινόμενος ἤδη τότε ὁ Δημόφαντος καὶ αὐτὸς ἀναφλέγεται ἐς τὸ πρᾶγμα καὶ ἐπιστάς ποτε [p. 252] ἀνεῳγμένην τηρήσας τὴν θύραν ἔκλαεν, ἔτυπτεν, ἠπείλει φονεύσειν, περιερρήγνυε τὴν ἐσθῆτα, ἅπαντα ἐποίει, καὶ τέλος τάλαντον δοὺς μόνος εἶχεν ὀκτὼ ὅλους μῆνας. [p. 301] ἡ γυνὴ δὲ αὐτοῦ πρὸς ἅπαντας ἔλεγεν ὡς ὑπὸ φαρμάκων ἐκμήναιμι αὐτόν. τὸ δὲ ἦν ἄρα ζηλοτυπία τὸ φάρμακον. ὥστε, ὦ Χρυσί, καὶ σὺ χρῶ ἐπὶ τὸν Γοργίαν τῷ αὐτῷ φαρμάκῳ: πλούσιος δὲ ὁ νεανίσκος ἔσται, ἤν τι ὁ πατὴρ αὐτοῦ πάθῃ.


Nessun commento: